Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41 Dem. 42 (English) >>Dem. 43

Πρὸς Φαίνιππον περὶ Ἀντιδόσεως

42.1πολλὰ κἀγαθὰ γένοιτο, ἄνδρες δικασταί, πρῶτον μὲν ὑμῖν ἅπασιν, ἔπειτα δὲ καὶ Σόλωνι τῷ νομοθετήσαντι τὸν περὶ τῶν ἀντιδόσεων νόμον. εἰ μὴ γὰρ οὗτος ἡμῖν σαφῶς διώρισεν, τί πρῶτον δεῖ ποιεῖν τοὺς ἀντιδεδωκότας καὶ τί δεύτερον καὶ τἄλλα δʼ ἐφεξῆς, οὐκ οἶδʼ ὅποι προῆλθεν ἂν τουτουὶ Φαινίππου τόλμα, ὅπου γε καὶ νῦν ἅπαντα ταῦτα προλέγοντος ἡμῖν τοῦ νόμου, ὅμως οὐδὲν φροντίσας τῶν ἐν αὐτῷ γεγραμμένων δικαίων, ἀντὶ μὲν τοῦ τριῶν ἡμερῶν ἀφʼ ἧς ὤμοσε τὴν ἀπόφασιν δοῦναί μοι τῆς οὐσίας τῆς αὑτοῦ κατὰ τὸν νόμον, εἰ μὴ τότʼ ἐβούλετο, τῇ γʼ ἕκτῃ <φθίνοντος> δοῦναι τοῦ βοηδρομιῶνος μηνός, ἣν δεηθείς μου ἔθετο καὶ ἐν ὡμολόγησε δώσειν τὴν ἀπόφασιν, 42.2οὐδέτερα τούτων ἐποίησεν, ἀλλὰ καταφρονήσας ἀμφοτέρων, καὶ ἡμῶν καὶ τοῦ νόμου, δευτέρῳ μηνὶ ἔδωκεν, δυοῖν τρισὶν ἡμέραις πρότερον τῆς εἰς τὸ δικαστήριον εἰσόδου, τὸν δʼ ἄλλον ἅπαντʼ ἐκποδὼν ἦν χρόνον· ἀντὶ δὲ τοῦ τὰ σημεῖα ἐᾶν τῶν οἰκημάτων παρεσημηνάμην, ἐλθὼν εἰς ἀγρὸν ἀνέῳξε καὶ τὰς κριθὰς ἐξεφόρησεν καὶ τἄλλα, ὥσπερ ἐξουσίαν δεδωκότος αὐτῷ τοῦ νόμου ποιεῖν τι ἂν βούληται καὶ μὴ ὡς δίκαιόν ἐστιν. 42.3ἐγὼ δʼ, ἄνδρες δικασταί, ἥδιστα μὲν ἂν ἐμαυτὸν εἶδον εὐτυχοῦντα ὥσπερ πρότερον τῇ οὐσίᾳ καὶ μένοντα ἐν τοῖς τριακοσίοις· ἐπειδὴ δὲ τὰ μὲν τῆς κοινῆς ἀτυχίας μετασχὼν τοῖς ἄλλοις τοῖς ἐργαζομένοις ἐν τοῖς ἔργοις, τὰ δʼ ἰδίᾳ μεγάλαις περιπεπτωκὼς ζημίαις ἀπολώλεκα τὴν οὐσίαν, καὶ τὸ τελευταῖον νυνί με δεῖ τῇ πόλει τρία τάλαντα καταθεῖναι, τάλαντον κατὰ τὴν μερίδα (μετέσχον γάρ, ὡς μή ποτʼ ὤφελον, κἀγὼ τοῦ δημευθέντος μετάλλου), ἀναγκαῖόν ἐστιν εἰς τὴν ἐμὴν τάξιν πειρᾶσθαι καθιστάναι τὸν οὐ μόνον ἐμοῦ νῦν ὄντα πλουσιώτερον, ἀλλὰ καὶ πρότερον, καὶ οὐδεπώποτʼ οὐδὲν λελῃτουργηκότα ὑμῖν οὐδʼ εἰσενηνοχότα τῇ πόλει. 42.4δέομαι οὖν ὑμῶν ἁπάντων, ἄνδρες δικασταί, ἐὰν ἐπιδεικνύω Φαίνιππον τουτονὶ καὶ παραβεβηκότα τὰ ἐν τοῖς νόμοις δίκαια καὶ πλουσιώτερον ὄντα ἐμαυτοῦ, βοηθῆσαί μοι καὶ τοῦτον εἰς τοὺς τριακοσίους ἀντʼ ἐμοῦ καταστῆσαι· διὰ τοῦτο γὰρ οἱ νόμοι καθʼ ἕκαστον ἔτος ποιοῦσιν τὰς ἀντιδόσεις, ὅτι τὸ διευτυχεῖν συνεχῶς τῇ οὐσίᾳ οὐ πολλοῖς τῶν πολιτῶν διαμένειν εἴθισται. ἐξ ἀρχῆς δʼ ὑμῖν τὰ γενόμενα περὶ τὴν ἀντίδοσιν διηγήσομαι.

42.5τοῦ γὰρ μεταγειτνιῶνος, ἄνδρες δικασταί, τῇ δευτέρᾳ ἱσταμένου ἐποίουν οἱ στρατηγοὶ τοῖς τριακοσίοις τὰς ἀντιδόσεις. ἐν ταύταις ἐκάλεσα κατὰ τὸν νόμον Φαίνιππον τουτονί. καλέσας δὲ καὶ παραλαβὼν τῶν οἰκείων τινὰς καὶ φίλων, ἐπορευόμην Κύθηρόνδε εἰς τὴν ἐσχατιὰν αὐτοῦ. καὶ πρῶτον μὲν περιαγαγὼν τὴν ἐσχατιὰν πλέον σταδίων οὖσαν τετταράκοντα κύκλῳ, ἔδειξα καὶ διεμαρτυράμην ἐναντίον Φαινίππου, ὅτι οὐδεὶς ὅρος ἔπεστιν ἐπὶ τῇ ἐσχατιᾷ· εἰ δέ φησιν, εἰπεῖν ἐκέλευον αὐτὸν ἤδη καὶ δεῖξαι, ὅπως μὴ ὕστερον ἐνταῦθα χρέως γενόμενον ἐπὶ τῷ χωρίῳ ἀναφανήσεται. 42.6ἔπειτα παρεσημηνάμην τὰ οἰκήματα, καὶ τοῦτον ἐκέλευον εἰς τἀμὰ βαδίζειν. μετὰ δὲ ταῦτα ἠρόμην ὅπου σῖτος εἴη ἀπηλοημένος· ἦσαν γὰρ νὴ τοὺς θεοὺς καὶ τὰς θεάς, ἄνδρες δικασταί, δύο ἅλως αὐτόθι, μικροῦ πλέθρου ἑκατέρα. δὲ ἀπεκρίνατό μοι, ὅτι μὲν πεπραμένος εἴη τοῦ σίτου, δʼ ἔνδον ἀποκείμενος. 42.7τέλος δέ, ἵνα μὴ μακρολογῶ, καταστήσας φυλάττειν ἔνδον τινάς, καὶ νὴ Δίʼ ἀπειπὼν καὶ κωλύσας τοὺς ὀνηλάτας μὴ ἐξάγειν τὴν ὕλην ἐκ τῆς ἐσχατιᾶς (πρὸς γὰρ τῇ ἄλλῃ οὐσίᾳ τῇ Φαινίππου, ἄνδρες δικασταί, καὶ αὕτη πρόσοδος μεγάλη ἐστὶν αὐτῷ· ἓξ ὄνοι διʼ ἐνιαυτοῦ ὑλαγωγοῦσιν, καὶ λαμβάνει οὗτος πλέον δώδεκα δραχμὰς τῆς ἡμέρας) τούτοις ἀπειπών, ὥσπερ λέγω, τῆς ὕλης μὴ ἅπτεσθαι, καὶ ἐπαγγείλας ἐπὶ τὰ ἱερὰ Φαινίππῳ κατὰ τὸν νόμον ἀπαντᾶν, ᾠχόμην ἀπιὼν εἰς ἄστυ. 42.8πρῶτον μὲν οὖν τῶν εἰρημένων τὰς μαρτυρίας ὑμῖν παρέξομαι, ἔπειτα καὶ περὶ τῶν ἄλλων ἀκούσεσθε πάσας τὰς ἀληθείας· τουτονὶ γάρ, ἄνδρες δικασταί, Φαίνιππον εὑρήσετʼ εὐθὺς ἀπὸ τῆς πρώτης ἡμέρας ἀρξάμενον τοῦ μηδὲν δίκαιον ποιεῖν. παρεσημηνάμην τὰ οἰκήματα, τοῦ νόμου μοι δεδωκότος· οὗτος ἀνέῳξεν. καὶ τὸ μὲν ἀφελεῖν τὸ σημεῖον ὁμολογεῖ, τὸ δʼ ἀνοῖξαι τὴν θύραν οὐχ ὁμολογεῖ, ὥσπερ ἄλλου τινὸς ἕνεκα τὰ σημεῖα ἀφαιροῦντας τοῦ τὰς θύρας ἀνοῖξαι. 42.9ἔπειτʼ ἀπεῖπον τὴν ὕλην μὴ ἐξάγειν· ἐξῆγεν οὗτος ἁπάσας τὰς ἡμέρας, πλὴν ἐκείνης ἐν ἐγὼ ἀπεῖπον. χρέως οὐδʼ ὁτιοῦν ὠφείλετʼ ἐπὶ τῇ ἐσχατιᾷ· νῦν οὗτος ἀποφαίνει πολλά. ἁπλῶς ποιεῖ τι ἂν βούληται, οὐχ τι οἱ νόμοι κελεύουσιν. λέγε τὰς μαρτυρίας, πρῶτον μὲν τὰς περὶ τοῦ μετάλλου, ἔπειτα καὶ τὰς ἄλλας.Μαρτυρίαι

42.10 μὲν τοίνυν εὐθὺς τῇ πρώτῃ ἡμέρᾳ μετὰ τὰς ἀντιδόσεις ἤρξατό με Φαίνιππος ἀδικεῖν, ἀκηκόατε, ἄνδρες Ἀθηναῖοι, καὶ ἐμοῦ καὶ τῶν μαρτύρων. τὰ δὲ μετὰ ταῦτα γεγενημένα οὐκέτι εἰς ἐμὲ μόνον αὐτῷ ἡμάρτηται, ἀλλὰ καὶ εἰς τοὺς νόμους, ὑπὲρ ὧν ὑμῖν ἅπασι σπουδαστέον ἐστίν. 42.11ὀμόσας γὰρ τῇ ἑνδεκάτῃ τοῦ βοηδρομιῶνος μηνὸς ἀποφανεῖν ὀρθῶς καὶ δικαίως τὴν οὐσίαν, καὶ τοῦ νόμου διαρρήδην λέγοντος τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ διδόναι τὴν ἀπόφασιν, ἐδεῖτό μου προσελθὼν πρόσθε τῶν δικαστηρίων μετὰ Πολυεύκτου τοῦ Κριωέως καὶ ἑτέρων τινῶν, πρῶτον μὲν περὶ διαλύσεως συνελθεῖν αὑτῷ· πάντα γάρ μοι τὰ δίκαια ποιήσειν· ἔπειτα τὴν ἀπόφασιν τῆς οὐσίας ἀναβαλέσθαι μὴ πολλὰς ἡμέρας· οὐ γὰρ ἀγνοεῖν μου τὰ πράγματα. 42.12ἡγησάμενος δʼ ἐγὼ καὶ μετρίου καὶ ἀπράγμονος εἶναι πολίτου μὴ εὐθὺς ἐπὶ κεφαλὴν εἰς τὸ δικαστήριον βαδίζειν, ἐπείσθην (τί γὰρ δεῖ μακρολογεῖν;) τὴν μὲν σύνοδον τὴν περὶ τῶν διαλύσεων τῇ ὀγδόῃ φθίνοντος τοῦ βοηδρομιῶνος μηνὸς ὁμολογῆσαι ποιήσασθαι, τὴν δὲ ἀπόφασιν τῆς οὐσίας τῇ ἕκτῃ φθίνοντος. τυχὼν δὲ τούτων ἀμφοτέρων παρʼ ἐμοῦ Φαίνιππος οὐδʼ εἰς ἑτέραν τῶν ἡμερῶν ἀπήντησεν· ἀλλʼ ἀνθʼ ἑνὸς δύο νόμους ἥκει πρὸς ὑμᾶς παραβεβηκώς, ἕνα μὲν τὸν κελεύοντα τριῶν ἡμερῶν ἀφʼ ἧς ἂν ὀμόσῃ τὴν οὐσίαν ἀποφαίνειν, ἕτερον δὲ τὸν κελεύοντα κυρίας εἶναι τὰς πρὸς ἀλλήλους ὁμολογίας, ἃς ἂν ἐναντίον ποιήσωνται μαρτύρων. 42.13καίτοι, ἄνδρες δικασταί, τίς οὐκ οἶδεν ὑμῶν, ὅτι ὁμοίως τε ἐν τῷ νόμῳ γεγραμμένη κυρία ἐστὶν ἡμέρα καὶ ὑπὸ τῶν ἀντιδίκων συγχωρηθεῖσα; πολλάκις γὰρ ἔν τε τοῖς νόμοις γεγραμμένης τριακοστῆς ἡμέρας ἑτέραν ἡμῖν αὐτοῖς συγχωρήσαντες ἐθέμεθα, παρά τε ταῖς ἀρχαῖς ἁπάσαις καὶ δίκας καὶ κρίσεις ἀναβάλλονται τοῖς ἀντιδίκοις οἱ ἄρχοντες συγχωρησάντων ἐκείνων ἀλλήλοις· ὧν εἴ τις ἄκυρον ἡγήσαιτο δεῖν εἶναι τὴν πρὸς ἀλλήλους ὁμολογίαν, μισήσαιτʼ ἂν αὐτὸν ὡς ὑπερβάλλοντα συκοφαντίᾳ. 42.14Φαίνιππος τοίνυν, ὥσπερ τοῦ νόμου προστάττοντος μηδὲν ποιεῖν ὧν ἂν ὁμολογήσῃ τις, ἀπʼ ἐκείνης τῆς ἡμέρας, ἀφʼ ἧς ὡμολόγησεν ἐπί τε τὰς διαλύσεις ἀπαντήσεσθαι καὶ τὴν ἀπόφασίν μοι τὴν αὑτοῦ δώσειν καὶ τὴν παρʼ ἐμοῦ λήψεσθαι, οὐδεπώποτʼ ἀπήντησεν· ἀλλʼ ἐγὼ μὲν ἐπειδὴ τοῦτον ἑώρων οὐ προσέχοντά μοι τὸν νοῦν οὐδὲ τοῖς νόμοις, εἰς τὸ στρατήγιον ἔδωκα τὴν ἀπόφασιν, οὗτος δέ, ὅπερ καὶ μικρῷ πρότερον εἶπον, πρῴην ἔδωκέ μοι βιβλίον, οὐδὲν ἄλλο βουλόμενος δοκεῖν μὲν δεδωκέναι τὴν ἀπόφασιν, μὴ ἔχειν δέ με τοῖς ἐν αὐτῷ γεγραμμένοις τι χρήσομαι. 42.15χρὴ δʼ, ἄνδρες δικασταί, μὴ τοῖς ἰσχυροτέραν νομίζουσι τῶν νόμων τὴν αὑτῶν βδελυρίαν εἶναι, πλέον τούτοις τοῦ δικαίου νέμειν (εἰ δὲ μή, πολλοὺς ποιήσετε τοὺς καταγελῶντας τῶν ἐν τοῖς νόμοις δικαίων γεγραμμένων), ἀλλʼ ἐκείνοις βοηθεῖν, οἵτινες ἂν τὴν τῶν νόμων φωνὴν ὑμετέραν εἶναι νομίζωσι, καὶ τὴν ἡμέραν ταύτην, τὴν εἰς τὸ δικαστήριον, ὑπὲρ τῶν ἠδικημένων εἶναι νομίζωσιν, μὴ τῶν ἠδικηκότων. 42.16λέγε τῶν ἀρτίως εἰρημένων τὰς μαρτυρίας καὶ τοὺς νόμους.Μαρτυρίαι Νόμοι

τοιαῦτα τοίνυν, ἄνδρες δικασταί, πεπονθὼς ἐγὼ ὑπὸ Φαινίππου ἀπεγραψάμην πρὸς τοὺς στρατηγοὺς ταύτην τὴν ἀπογραφήν. λέγε.Ἀπογραφή

42.17πῶς οὖν ἄλλως πρὸς τῶν θεῶν καὶ δαιμόνων, ἄνδρες δικασταί, ἐπιδεικνύειν ὑμῖν δεῖ Φαίνιππον ἔνοχον ὄντα τοῖς ἀνεγνωσμένοις ὅνπερ τρόπον ἐγὼ νῦν ἐπιδεικνύω; ἀλλʼ ὅμως ἐμὲ ἀντεγράψατο Φαίνιππος μὴ δικαίως ἀποφαίνειν τὴν οὐσίαν· οὕτω τὸ πρὸς ὑμᾶς ψεύδεσθαι τοῖς τοιούτοις ῥᾴδιόν ἐστιν· καὶ κατηγορεῖ τοῦ ὅρκου ὃν ὤμοσα πρὸ τῆς ἀποφάσεως, λέγων ὅτι πλὴν τῶν ἐν τοῖς ἔργοις ὑπεσχόμην ἀποφαίνειν τὴν ἄλλην οὐσίαν, ὥσπερ τὸ κατὰ τοὺς νόμους ὀμνύειν, τοῦτʼ ἄξιον κατηγορίας ὄν. 42.18ὑμεῖς δʼ ἴστε, ἄνδρες δικασταί (ὑμεῖς γὰρ ἔθεσθε) τὸν νόμον, ὃς διαρρήδην οὕτω λέγει, “τοὺς δʼ ἀντιδιδόντας ἀλλήλοις, ὅταν ὀμόσαντες ἀποφαίνωσι τὴν οὐσίαν, προσομνύειν τόνδε τὸν ὅρκονἀποφαίνω τὴν οὐσίαν τὴν ἐμαυτοῦ ὀρθῶς καὶ δικαίως, πλὴν τῶν ἐν τοῖς ἔργοις τοῖς ἀργυρείοις, ὅσα οἱ νόμοι ἀτελῆ πεποιήκασι”.” 42.19μᾶλλον δὲ λέγε τὸν νόμον αὐτόν. μικρὸν μὲν οὖν ἱκετεύω ἐπίσχες. ἐγὼ γὰρ καὶ πρότερον προὐκαλεσάμην Φαίνιππον, καὶ νῦν, ἄνδρες δικασταί, δίδωμι αὐτῷ δωρεὰν καὶ ἀφίσταμαι μετὰ τῆς ἄλλης οὐσίας καὶ τῶν ἐν τοῖς ἔργοις, ἐάν μοι τὴν ἐσχατιὰν μόνην ἐλευθέραν παραδῷ, ὥσπερ ἦν ὅτʼ ἐγὼ τὸ πρῶτον ἦλθον εἰς αὐτὴν μετὰ μαρτύρων, καὶ ἐάν, ὃν ἐξῆχεν ἐκ τῶν οἰκημάτων σῖτον καὶ οἶνον καὶ τἄλλα, ἀφελὼν ἀπὸ τῶν θυρῶν τὰ σημεῖα, ταῦτα πάλιν εἰς ταὐτὸ καταστήσῃ. 42.20καὶ τί λέγεις ἔτι καὶ βοᾷς; πόλλʼ ἐκ τῶν ἔργων τῶν ἀργυρείων ἐγώ, Φαίνιππε, πρότερον αὐτὸς τῷ ἐμαυτοῦ σώματι πονῶν καὶ ἐργαζόμενος συνελεξάμην· ὁμολογῶ. νυνὶ δὲ πλὴν ὀλίγων ἅπαντʼ ἀπολώλεκα. σὺ δʼ ἐκ τῆς ἐσχατιᾶς νῦν πωλῶν τὰς κριθὰς ὀκτωκαιδεκαδράχμους καὶ τὸν οἶνον δωδεκάδραχμον πλουτεῖς εἰκότως, ἐπειδὰν ποιῇς σίτου μὲν μεδίμνους πλέον χιλίους, οἴνου δὲ μετρήτας ὑπὲρ ὀκτακοσίους. 42.21ἔτʼ οὖν τὴν αὐτὴν ἡμᾶς τάξιν ἔχειν δεῖ, μὴ τῆς αὐτῆς τύχης ἡμῖν παρακολουθούσης νῦν τε καὶ πρότερον; μηδαμῶς· οὐ γὰρ δίκαιον. ἀλλὰ διάδεξαι καὶ σὺ καὶ μετάλαβε μικρὸν χρόνον τῆς τοῦ λῃτουργοῦντος τάξεως, ἐπειδὴ οἱ μὲν ἐν τοῖς ἔργοις ἠτυχήκασιν, ὑμεῖς δʼ οἱ γεωργοῦντες εὐπορεῖτε μᾶλλον προσῆκεν. ἱκανὸν γὰρ χρόνον δύʼ οὐσίας καρπούμενος διατελεῖς, τὴν μὲν τοῦ φύσει πατρὸς Καλλίππου, τὴν δὲ τοῦ ποιησαμένου σε, Φιλοστράτου τοῦ ῥήτορος, καὶ οὐδὲν πώποτε τουτοισὶ πεποίηκας. 42.22καίτοι μὲν ἐμὸς πατὴρ πέντε καὶ τετταράκοντα μνῶν μόνων ἑκατέρῳ, ἐμοὶ καὶ τῷ ἀδελφῷ, τὴν οὐσίαν κατέλιπεν, ἀφʼ ἧς ζῆν οὐ ῥᾴδιόν ἐστιν· οἱ δὲ σοὶ πατέρες τοσούτων ἦσαν κύριοι χρημάτων, ὥσθʼ ἑκατέρου τρίπους ἀνάκειται, νικησάντων αὐτῶν Διονύσια χορηγούντων. καὶ οὐ φθονῶ· δεῖ γὰρ τοὺς εὐπόρους χρησίμους αὑτοὺς παρέχειν τοῖς πολίταις. σὺ τοίνυν δεῖξον χαλκοῦν ἕνα μόνον εἰς τὴν πόλιν ἀνηλωκώς, τὰς δύο λῃτουργούσας οὐσίας παρειληφώς. 42.23ἀλλʼ οὐ δείξεις· ἀποκρύπτεσθαι γὰρ καὶ διαδύεσθαι καὶ πάντα ποιεῖν ἐξ ὧν μὴ λῃτουργήσεις τουτοισὶ μεμάθηκας. ἀλλʼ ἐγὼ δείξω πόλλʼ ἀνηλωκώς, τὴν μικρὰν οὐσίαν παραλαβὼν παρὰ τοῦ πατρός. πρῶτον δέ μοι τὸν νόμον ἐκεῖνον ἀνάγνωθι τὸν οὐκ ἐῶντα τῶν ἐν τοῖς ἔργοις οὐδὲν ἀποφαίνειν καὶ τὴν πρόκλησιν, ἔπειτα τὰς μαρτυρίας ὡς δύʼ οἴκων λῃτουργούντων οὑτοσὶ Φαίνιππος κεκληρονόμηκεν.Νόμος Πρόκλησις Μαρτυρίαι

42.24ἓν μόνον ἄν τις ἔχοι δεῖξαι τουτονὶ Φαίνιππον πεφιλοτιμημένον εἰς ὑμᾶς, ἄνδρες δικασταί· ἱπποτρόφος ἀγαθός ἐστιν καὶ φιλότιμος, ἅτε νέος καὶ πλούσιος καὶ ἰσχυρὸς ὤν. τί τούτου μέγα σημεῖον; ἀποδόμενος τὸν πολεμιστήριον ἵππον καταβέβηκεν ἀπὸ τῶν ἵππων, καὶ ἀντʼ ἐκείνου ὄχημʼ αὑτῷ τηλικοῦτος ὢν ἐώνηται, ἵνα μὴ πεζῇ πορεύηται· τοσαύτης οὗτος τρυφῆς ἐστι μεστός. καὶ τοῦτʼ ἀπογέγραφέν μοι, τῶν δὲ κριθῶν καὶ τοῦ οἴνου καὶ τῶν ἄλλων τῶν ἐκ τῆς ἐσχατιᾶς γιγνομένων οὐδὲ τὸ δέκατον μέρος. 42.25ἄξιον ἀφεῖναι νῦν αὐτόν ἐστιν, ἐπειδὴ χρήσιμος καὶ φιλότιμος καὶ τῇ οὐσίᾳ καὶ τῷ σώματι; πολλοῦ γε καὶ δεῖ. καλῶν γὰρ κἀγαθῶν ἐστι δικαστῶν τοὺς μὲν τῶν πολιτῶν ἐθελοντάς, ὅταν εὐπορῶσι, λῃτουργοῦντας καὶ ἐν τοῖς τριακοσίοις ὄντας ἀναπαύειν, ὅταν τούτου δεόμενοι τυγχάνωσιν, τοὺς δὲ νομίζοντας ἀπολλύειν, ὅταν εἰς τὸ κοινόν τι δαπανήσωσιν, ἄγειν εἰς τοὺς προεισφέροντας καὶ μὴ ἐπιτρέπειν δραπετεύειν. λέγε πρῶτον μὲν τὴν μαρτυρίαν, ἔπειτα τὴν ἀπόφασιν αὐτοῦ.Μαρτυρία Ἀπόφασις

42.26ἔα ταῦτα. καίτοι πολλὰ τῶν ἔνδοθεν ἐκφορήσας, ἄνδρες δικασταί, Φαίνιππος, ἀνοίξας τὰ παρασεσημασμένα τῶν οἰκημάτων, ὡς ὑμῖν μεμαρτύρηται, καὶ καταλιπὼν ὅσα ἔδοξεν αὐτῷ, δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκέ μοι τῆς οὐσίας. ἀλλʼ ὅμως ἔα ταῦτα. λέγε δʼ ἐντευθενίἐπὶ τούτοις τάδε ὀφείλω.”Ἀπόφασις

42.27ἐπίσχες. αὕτη ἐστίν, ἄνδρες δικασταί, Ἀριστονόη τοῦ Φιλοστράτου θυγάτηρ, μήτηρ δὲ τουτουί. ταύτῃ χρέως φησὶν ὀφείλεσθαι Φαίνιππος τὴν προῖκα, ἧς οἱ νόμοι κύριον τοῦτον ποιοῦσιν, ψευδόμενος καὶ οὐ δικαίως χρώμενος τῇ ἀποφάσει. διὰ τί γὰρ ἐγώ, Φαίνιππε, μενούσης μοι τῆς μητρὸς ἐν τῷ οἴκῳ καὶ ζώσης καὶ προῖκα ἐπενεγκαμένης, οὐκ ἀπογράφω τὴν προῖκα χρέως αὐτῇ, οὐδὲ παρακρούομαι τοὺς δικαστάς, ἀλλʼ ἐῶ μετέχειν τῶν ἐμαυτοῦ τὴν μητέρα, ἄν τε τὴν Φαινίππου ἄν τε τὴν ἐμαυτοῦ ἔχω οὐσίαν; ὅτι οἱ νόμοι ταῦτα κελεύουσιν, βέλτιστε· σὺ δὲ πάντα ποιεῖς παρὰ τοὺς νόμους. λέγʼ ἕτερον.Ἀπόφασις

42.28ἀκούετε, ἄνδρες δικασταί· Παμφίλῳ φησὶν καὶ Φειδόλεῳ Ῥαμνουσίοις κοινῇ τάλαντον ἐνοφείλειν καὶ Αἰαντίδῃ Φλυεῖ τετρακισχιλίας καὶ Ἀριστομένει Ἀναγυρασίῳ τέτταρας καὶ δέκα μνᾶς. διὰ τί οὖν, Φαίνιππε, ὅτε μὲν ἐγὼ μάρτυρας ἔχων ἠρώτων σε, εἴ τι ὀφείλεις ἐπὶ τῇ ἐσχατιᾷ, καὶ ἐκέλευον δεῖξαι ὅρον εἴ που ἔπεστι, καὶ διεμαρτυρόμην ὅπως μή μοι ὕστερον κατεσκευασμένοι δανεισταὶ φανήσονται, τότε μὲν οὐδὲν ἀπέφηνας τῶν χρεῶν, ἐπειδὴ δὲ δευτέρῳ μηνὶ τὴν ἀπόφασιν ἔδωκάς μοι, τοῦ νόμου κελεύοντος τριῶν ἡμερῶν, νῦν ἥκουσι δανεισταὶ καὶ ὀφειλήματα πλέον τριῶν ταλάντων; 42.29ὅτι, βέλτιστε, οὐδὲν ἄλλο κατασκευάζεις ὅσονπερ κοινῇ γέγονέ μοι πρὸς τὴν πόλιν ὄφλημα, τοσοῦτο καὶ σοὶ ἰδίᾳ νῦν εἶναι. ὅτι δʼ, Φαίνιππε, ψεύδει καὶ ἐπιωρκηκὼς ἥκεις πρὸς τούτους, ἤδη φανερῶς ἐλέγξω. λαβέ μοι, γραμματεῦ, τὴν τοῦ Αἰαντίδου καὶ Θεοτέλους μαρτυρίαν, οἷς οὗτος ἀπογέγραφεν ὀφείλονθʼ αὑτὸν τετρακισχιλίας δραχμὰς ψευδόμενος καὶ πάλαι ἀποδεδωκώς, οὐχ ἑκών, ἀλλὰ δίκην ὀφλών. λέγε.Μαρτυρία

42.30ἔπειτʼ, ἄνδρες δικασταί, τὸν οὕτω καταφανῶς ἐν ἅπασιν ἀδίκως πεποιημένον τὴν ἀπόφασιν, καὶ μήτε τῶν νόμων φροντίσαντα μηδέν, οἳ διωρίκασιν ἐν οἷς δεῖ τὴν ἀπόφασιν ποιεῖσθαι χρόνοις, μήτε τῶν ἰδίων ὁμολογιῶν, ἃς ὁμοίως ὑπολαμβάνομεν ἰσχυράς, χωρὶς δὲ τούτων ἀνεῳχότα τὰ σημεῖα τῶν οἰκημάτων καὶ ἐκπεφορηκότα τὸν σῖτον καὶ τὸν οἶνον ἔνδοθεν, πρὸς δὲ τούτοις τὴν ὕλην τὴν τετμημένην πεπρακότα μετὰ τὴν ἀντίδοσιν, πλέον τριάκοντα μνῶν οὖσαν ἀξίαν, καὶ τὸ πάντων μέγιστον, χρέα ψευδῆ κατεσκευακότα τῆς ἀντιδόσεως ἕνεκα, τοῦτον δικαίως ψηφιεῖσθε πεποιῆσθαι τὴν ἀπόφασιν; μηδαμῶς, ἄνδρες δικασταί. 42.31ποῖ γὰρ τραπέσθαι δεήσει διαμαρτόντα τῆς ὑμετέρας γνώμης, ὅταν οἱ πλούσιοι καὶ μηδὲν ὑμῖν πώποτε χρήσιμοι γεγενημένοι, πολὺν καὶ σῖτον καὶ οἶνον ποιοῦντες καὶ τοῦτον τριπλασίας τιμῆς πρότερον διατιθέμενοι, πλεονεκτῶσιν παρʼ ὑμῖν; μηδαμῶς νυνὶ γενέσθω, ἀλλʼ ὥσπερ καὶ κοινῇ πᾶσιν βεβοηθήκατε τοῖς ἐν τοῖς ἔργοις ἐργαζομένοις, οὕτω καὶ ἰδίᾳ βοηθήσατέ μοι νῦν. 42.32καὶ γὰρ εἰ οἰκέτης ὑμῶν, μὴ πολίτης ἦν, ὁρῶντες ἄν μου τὴν φιλεργίαν καὶ τὴν εἰς ὑμᾶς εὔνοιαν, ἀνεπαύσατʼ ἄν με τῶν ἀναλωμάτων καὶ ἐπὶ τὸν δραπετεύοντα τῶν ἄλλων ἤλθετε. τὸν αὐτὸν τρόπον καὶ νῦν, ἐπειδὰν ἀποτείσω τὰ τρία τάλανθʼ ὦφλον καὶ ἀναλάβω ἐμαυτόν, πάλιν ἀναπαύσαντες τῶν τεταλαιπωρηκότων ἕτερον ἐπʼ ἔμʼ ἥξετε· νῦν δʼ ἄφετε, ἱκετεύω πάντας ὑμᾶς, ἄνδρες δικασταί, καὶ τὰ δίκαιʼ εἰρηκὼς δέομαι βοηθῆσαί μοι καὶ μή με περιελαθέντα περιιδεῖν ὑπὸ τούτων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 41 Dem. 42 (English) >>Dem. 43

Powered by PhiloLogic